Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.176 Dem. 24.179 (English) >>Dem. 24.181

24.177ἀλλʼ ἐπὶ τούτοις γε, εἰ μηδὲν ἄλλʼ ἠδίκουν τὴν πόλιν, τρίς, οὐχ ἅπαξ τεθνάναι δικαίως ἄν μοι δοκοῦσιν· καὶ γὰρ ἱεροσυλίᾳ καὶ ἀσεβείᾳ καὶ κλοπῇ καὶ πᾶσι τοῖς δεινοτάτοις εἴσʼ ἔνοχοι. τὰ μὲν οὖν πόλλʼ ὧν λέγων ἐφενάκιζεν ὑμᾶς Ἀνδροτίων, παραλείψω· φήσας δʼ ἀπορρεῖν τὰ φύλλα τῶν στεφάνων καὶ σαπροὺς εἶναι διὰ τὸν χρόνον, ὥσπερ ἴων ῥόδων ὄντας, ἀλλʼ οὐ χρυσίου, συγχωνεύειν ἔπεισεν. αἱρεθεὶς δʼ ἐπὶ ταῦτα προσείλετο τοῦτον τὸν πάντων τῶν κακῶν κοινωνόν. 24.178κᾆτʼ ἐπὶ μὲν ταῖς εἰσφοραῖς τὸν δημόσιον παρεῖναι προσέγραψεν ὡς δὴ δίκαιος ὤν, ὧν ἕκαστος ἀντιγραφεὺς ἔμελλεν ἔσεσθαι τῶν εἰσενεγκόντων· ἐπὶ τοῖς στεφάνοις δʼ οὓς κατέκοπτεν οὐχὶ προσήγαγεν ταὐτὸ δίκαιον τοῦτο, ἀλλʼ αὑτὸς ῥήτωρ, χρυσοχόος, ταμίας, ἀντιγραφεὺς γέγονεν. 24.179καὶ μὴν εἰ μὲν ἅπαντʼ ἠξίους, ὅσα πράττεις τῇ πόλει, σαυτῷ πιστεύειν, οὐκ ἂν ὁμοίως κλέπτης ὢν ἐφωρῶ· νῦν δʼ ἐπὶ ταῖς εἰσφοραῖς δίκαιόν ἐσθʼ ὁρίσας, μὴ σοὶ πιστεύειν, ἀλλὰ τοῖς αὑτῆς δούλοις τὴν πόλιν, ὁπότʼ ἄλλο τι πράττων καὶ χρήματα κινῶν ἱερά, ὧν ἔνιʼ οὐδʼ ἐπὶ τῆς ἡμετέρας γενεᾶς ἀνετέθη, μὴ προσγραψάμενος τὴν αὐτὴν φυλακὴν ἥνπερ ἐπὶ τῶν εἰσφορῶν φαίνει, οὐκ ἤδη δῆλον διʼ τοῦτʼ ἐποίησας; ἐγὼ μὲν οἶμαι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.176 Dem. 24.179 (English) >>Dem. 24.181

Powered by PhiloLogic